damnlyrics.com

Meth'imon o Theos

Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ἰσχυκότες ἡττᾶσθε.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴ ταραχθῶμεν.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν,

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Θαυμαστὸς σύμβουλος.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης.

Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Μεθ' ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Lyrics Submitted by Austin Gallant

Enjoy the lyrics !!!